Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.88 Joseph. AJ 2.93 (English) >>Joseph. AJ 2.98

2.91

Τριακοστὸν δʼ ἔτος ἤδη τῆς ἡλικίας αὐτῷ διεληλύθει καὶ τιμῆς ἁπάσης ἀπέλαυε τοῦ βασιλέως καὶ προσηγόρευσεν αὐτὸν Ψονθονφάνηχον ἀπιδὼν αὐτοῦ πρὸς τὸ παράδοξον τῆς συνέσεως· σημαίνει γὰρ τὸ ὄνομα κρυπτῶν εὑρετήν. γαμεῖ δὲ καὶ γάμον ἀξιολογώτατον· ἄγεται γὰρ καὶ Πετεφροῦ θυγατέρα τῶν ἐν Ἡλιουπόλει ἱερέων συμπράξαντος αὐτῷ τοῦ βασιλέως ἔτι παρθένον Ἀσέννηθιν ὀνόματι. 2.92ἐκ ταύτης δὲ καὶ παῖδες αὐτῷ γίνονται πρὸ τῆς ἀκαρπίας Μανασσῆς μὲν πρεσβύτερος, σημαίνει δʼ ἐπίληθον, διὰ τὸ εὐδαιμονήσαντα λήθην εὕρασθαι τῶν ἀτυχημάτων, δὲ νεώτερος Ἐφράδης, ἀποδιδοὺς δὲ τοῦτο σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτὸν τῇ ἐλευθερίᾳ τῶν προγόνων. 2.93τῆς δʼ Αἰγύπτου κατὰ τὴν Ἰωσήπου τῶν ὀνειράτων ἐξήγησιν μακαριστῶς ἔτη ἑπτὰ διαγούσης λιμὸς ἥπτετο τῷ ὀγδόῳ ἔτει καὶ διὰ τὸ μὴ προῃσθημένοις ἐπιπεσεῖν τὸ κακὸν πονούμενοι χαλεπῶς ὑπʼ αὐτοῦ πάντες ἐπὶ τὰς βασιλέως θύρας συνέρρεον. 2.94 δὲ Ἰώσηπον ἐκάλει, κἀκεῖνος τὸν σῖτον αὐτοῖς ἀπεδίδοτο γεγενημένος σωτὴρ ὁμολογουμένως τοῦ πλήθους, καὶ τὴν ἀγορὰν οὐ τοῖς ἐγχωρίοις προὐτίθει μόνον, ἀλλὰ καὶ τοῖς ξένοις ὠνεῖσθαι παρῆν πάντας ἀνθρώπους κατὰ συγγένειαν ἀξιοῦντος ἐπικουρίας τυγχάνειν Ἰωσήπου παρὰ τῶν εὐδαιμονίᾳ χρωμένων. 2.95

Πέμπει δὲ καὶ Ἰάκωβος τῆς Χαναναίας δεινῶς ἐκτετρυχωμένης, πάσης γὰρ ἥψατο τῆς ἠπείρου τὸ δεινόν, τοὺς υἱοὺς ἅπαντας εἰς τὴν Αἴγυπτον ὠνησομένους σῖτον πεπυσμένος ἐφεῖσθαι τὴν ἀγορὰν καὶ ξένοις· μόνον δὲ κατέσχε Βενιαμὶν ἐκ Ῥαχήλας αὐτῷ γεγονότα ὁμομήτριον δὲ Ἰωσήπῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.88 Joseph. AJ 2.93 (English) >>Joseph. AJ 2.98

Powered by PhiloLogic